A. Olymp. 149, 3. I. Res Italiae
εἰς δὲ τὴν Ῥώμην παραγεγονότων τῶν πρεσβευτῶν παρά τε τῶν Λακεδαιμονίων καὶ τῶν ἐκ Λακεδαίμονος φυγάδων, ἔτι δὲ παρὰ τῶν Ἀχαιῶν, ἅμα δὲ καὶ τῶν παρ᾽ Εὐμένους καὶ παρ᾽ Ἀριαράθου τοῦ βασιλέως ἡκόντων καὶ τῶν παρὰ Φαρνάκου, τούτοις πρῶτον ἐχρημάτισεν ἡ σύγκλητος. [2] βραχεῖ δὲ χρόνῳ πρότερον ἀνηγγελκότων τῶν περὶ τὸν Μάρκον πρεσβευτῶν, οὓς ἀπεστάλκεισαν ἐπὶ τὸν Εὐμένει καὶ Φαρνάκῃ συνεστηκότα πόλεμον, καὶ διασεσαφηκότων περί τε τῆς Εὐμένους μετριότητος ἐν πᾶσιν καὶ περὶ τῆς Φαρνάκου πλεονεξίας καὶ καθόλου τῆς ὑπερηφανίας, [3] οὐκέτι πολλῶν προσεδεήθη λόγων ἡ σύγκλητος διακούσασα τῶν παραγεγονότων, ἀπεκρίθη δὲ διότι πάλιν πέμψει πρεσβευτὰς τοὺς φιλοτιμότερον ἐπισκεψομένους ὑπὲρ τῶν διαφερόντων τοῖς προειρημένοις. [4] μετὰ δὲ ταῦτα τῶν ἐκ τῆς Λακεδαίμονος φυγάδων εἰσπορευθέντων καὶ τῶν ἐκ τῆς πόλεως ἅμα τούτοις, ἐπὶ πολὺ διακούσασα τοῖς μὲν ἐκ τῆς πόλεως οὐδὲν ἐπετίμησε περὶ τῶν γεγονότων, [5] τοῖς δὲ φυγάσιν ἐπηγγείλατο γράψειν πρὸς τοὺς Ἀχαιοὺς περὶ τοῦ κατελθεῖν αὐτοὺς εἰς τὴν οἰκείαν. [6] μετὰ δέ τινας ἡμέρας εἰσπορευθέντων τῶν περὶ Βίππον τὸν Ἀργεῖον, οὓς ἀπεστάλκει τὸ τῶν Ἀχαιῶν ἔθνος, καὶ διασαφούντων περὶ τῆς Μεσσηνίων ἀποκαταστάσεως, [7] οὐθενὶ δυσαρεστήσασα περὶ τῶν οἰκονουμένων ἡ σύγκλητος ἀπεδέξατο φιλανθρώπως τοὺς πρεσβευτάς.