καὶ πρῶτον μὲν ἐν τῇ Ἐπιδαυρίᾳ Περιφήτην, ὅπλῳ χρώμενον κορύνῃ καὶ διὰ τοῦτο Κορυνήτην ἐπικαλούμενον, ἁπτόμενον αὐτοῦ καὶ κωλύοντα προάγειν συμβαλὼν ἀπέκτεινεν: ἡσθεὶς δὲ τῇ κορύνῃ λαβὼν ὅπλον ἐποιήσατο καὶ διετέλει χρώμενος, ὥσπερ ὁ Ἡρακλῆς τῷ δέρματι τοῦ λέοντος. ἐκείνῳ μὲν οὖν ἐπίδειξις ἦν φορούμενον ἡλίκου τὸ μέγεθος θηρίου κρατήσειεν, οὗτος δὲ τὴν κορύνην ἐπεδείκνυεν ἡττημένην μὲν ὑπ᾽ αὐτοῦ, μετ᾽ αὐτοῦ δὲ ἀήττητον οὖσαν. [2]
ἐν δ᾽ Ἰσθμῷ Σίνιν τὸν πιτυοκάμπτην ᾧ τρόπῳ πολλοὺς ἀνῄρει, τούτῳ διέφθειρεν αὐτός, οὐ μεμελετηκὼς οὐδ᾽ εἰθισμένος, ἐπιδείξας δὲ τὴν ἀρετὴν ὅτι καί τέχνης περίεστι καὶ μελέτης ἁπάσης. ἦν δὲ τῷ Σίνιδι καλλίστη καὶ μεγίστη θυγάτηρ, ὄνομα Περιγούνη. ταύτην τοῦ πατρὸς ἀνῃρημένου φυγοῦσαν ἐζήτει περιϊὼν ὁ Θησεύς: ἡ δ᾽ εἰς τόπον ἀπελθοῦσα λόχμην ἔχοντα πολλὴν στοιβήν τε πλείστην καὶ ἀσφάραγον, ἀκάκως πάνυ καὶ παιδικῶς ὥσπερ αἰσθανομένων δεομένη προσεύχετο μεθ᾽ ὅρκων, ἂν σώσωσιν αὐτὴν καὶ ἀποκρύψωσι, μηδέποτε λυμανεῖσθαι μηδὲ καύσειν. [3] ἀνακαλουμένου δὲ τοῦ Θησέως καὶ πίστιν διδόντος ὡς ἐπιμελήσεται καλῶς αὐτῆς καὶ οὐδὲν ἀδικήσει, προῆλθε: καὶ τῷ μὲν Θησεῖ συγγενομένη Μελάνιππον ἔτεκε, Δηϊονεῖ δὲ τῷ Εὐρύτου τοῦ Οἰχαλιέως ὕστερον συνῴκησε, Θησέως δόντος. ἐκ δὲ Μελανίππου τοῦ Θησέως γενόμενος Ἴωξος Ὀρνύτῳ τῆς εἰς Καρίαν ἀποικίας μετέσχεν: ὅθεν Ἰωξίδαις καὶ Ἰωξίσι πάτριον κατέστη μήτε ἄκανθαν ἀσφαράγου μήτε στοιβὴν καίειν, ἀλλὰ σέβεσθαι καὶ τιμᾶν.