Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὥσπερ ἐν ταῖς γεωγραφίαις, ὦ Σόσσιε Σενεκίων, οἱ ἱστορικοὶ τὰ διαφεύγοντα τὴν γνῶσιν αὐτῶν τοῖς ἐσχάτοις μέρεσι τῶν πινάκων πιεζοῦντες, αἰτίας1 παραγράφουσιν ὅτι ‘τὰ δ᾽ ἐπέκεινα θῖνες ἄνυδροι καὶ θηριώδεις’ ἢ ‘πηλὸς ἀϊδνὴς’ ἢ ‘σκυθικὸν κρύος’ ἢ ‘πέλαγος πεπηγός,’ οὕτως ἐμοὶ περὶ τὴν τῶν βίων τῶν παραλλήλων γραφήν, τὸν ἐφικτὸν εἰκότι λόγῳ καὶ βάσιμον ἱστορίᾳ πραγμάτων ἐχομένῃ χρόνον διελθόντι, περὶ τῶν ἀνωτέρω καλῶς εἶχεν εἰπεῖν: ‘τὰ δ᾽ ἐπέκεινα τερατώδη καὶ τραγικὰ ποιηταὶ καὶ μυθογράφοι νέμονται, καὶ οὐκέτ᾽ ἔχει πίστιν οὐδὲ σαφήνειαν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.