ἐν δ᾽ Ἰσθμῷ Σίνιν τὸν πιτυοκάμπτην ᾧ τρόπῳ πολλοὺς ἀνῄρει, τούτῳ διέφθειρεν αὐτός, οὐ μεμελετηκὼς οὐδ᾽ εἰθισμένος, ἐπιδείξας δὲ τὴν ἀρετὴν ὅτι καί τέχνης περίεστι καὶ μελέτης ἁπάσης. ἦν δὲ τῷ Σίνιδι καλλίστη καὶ μεγίστη θυγάτηρ, ὄνομα Περιγούνη. ταύτην τοῦ πατρὸς ἀνῃρημένου φυγοῦσαν ἐζήτει περιϊὼν ὁ Θησεύς: ἡ δ᾽ εἰς τόπον ἀπελθοῦσα λόχμην ἔχοντα πολλὴν στοιβήν τε πλείστην καὶ ἀσφάραγον, ἀκάκως πάνυ καὶ παιδικῶς ὥσπερ αἰσθανομένων δεομένη προσεύχετο μεθ᾽ ὅρκων, ἂν σώσωσιν αὐτὴν καὶ ἀποκρύψωσι, μηδέποτε λυμανεῖσθαι μηδὲ καύσειν.