εἰσὶ μέντοι λόγοι περὶ γάμων Θησέως καὶ ἕτεροι, τὴν σκηνὴν διαπεφευγότες, οὔτε ἀρχὰς εὐγνώμονας οὔτε εὐτυχεῖς τελευτὰς ἔχοντες. καὶ γὰρ Ἀναξώ τινα Τροιζηνίαν ἁρπάσαι λέγεται, καὶ Σίνιν ἀποκτείνας καὶ Κερκύονα συγγενέσθαι βία ταῖς θυγατράσιν αὐτῶν: γῆμαι δὲ καὶ Περίβοιαν τὴν Αἴαντος μητέρα καὶ Φερέβοιαν αὖθις