οἱ δὲ Παλλαντίδαι πρότερον μὲν ἤλπιζον αὐτοὶ τὴν βασιλείαν καθέξειν Αἰγέως ἀτέκνου τελευτήσαντος: ἐπεὶ δὲ Θησεὺς ἀπεδείχθη διάδοχος, χαλεπῶς φέροντες εἰ βασιλεύει μὲν Αἰγεὺς θετὸς γενόμενος Πανδίονι καὶ μηδὲν Ἐρεχθείδαις προσήκων, βασιλεύσει δ᾽ ὁ Θησεὺς πάλιν ἔπηλυς ὢν καὶ ξένος, εἰς πόλεμον καθίσταντο.