Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
τούτων Ἡρακλῆς τοὺς μὲν ἐξέκοπτε καὶ ἀνῄρει περιϊών, οἱ δὲ λανθάνοντες ἐκείνου παριόντος ἔπτησσον καὶ ἀνεδύοντο καὶ παρημελοῦντο ταπεινὰ πράττοντες. ἐπεὶ δὲ Ἡρακλῆς ἐχρήσατο συμφορᾷ, καὶ κτείνας Ἴφιτον εἰς Λυδίαν ἀπῆρε καὶ συχνὸν ἐκεῖ χρόνον ἐδούλευε παρ᾽ Ὀμφάλῃ, δίκην τοῦ φόνου ταύτην ἐπιθεὶς αὑτῷ, τότε τὰ μὲν Λυδῶν πράγματα πολλὴν ἔσχεν εἰρήνην καὶ ἄδειαν: ἐν δὲ τοῖς περὶ τὴν Ἑλλάδα τόποις αὖθις ἐξήνθησαν αἱ κακίαι καὶ ἀνερράγησαν, οὐδενὸς πιεζοῦντος οὐδὲ κατείργοντος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.