Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
φράσας δὲ πρὸς μόνην ἐκείνην, καὶ διακελευσάμενος, ἂν υἱὸς ἐξ αὐτοῦ γένηται, καὶ λαβὼν ἀνδρὸς ἡλικίαν δυνατὸς ᾖ τὴν πέτραν ἀναστῆσαι καὶ ὑφελεῖν τὰ καταλειφθέντα, πέμπειν πρὸς αὐτὸν ἔχοντα ταῦτα μηδενὸς εἰδότος, ἀλλ᾽ ὡς ἔνεστι μάλιστα λανθάνοντα πάντας ( ἰσχυρῶς γὰρ ἐδεδοίκει τοὺς Παλλαντίδας, ἐπιβουλεύοντας αὐτῷ καὶ διὰ τὴν ἀπαιδίαν καταφρονοῦντας: ἦσαν δὲ πεντήκοντα παῖδες ἐκ Πάλλαντος γεγονότες), ἀπῄει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.