Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἀνακαλουμένου δὲ τοῦ Θησέως καὶ πίστιν διδόντος ὡς ἐπιμελήσεται καλῶς αὐτῆς καὶ οὐδὲν ἀδικήσει, προῆλθε: καὶ τῷ μὲν Θησεῖ συγγενομένη Μελάνιππον ἔτεκε, Δηϊονεῖ δὲ τῷ Εὐρύτου τοῦ Οἰχαλιέως ὕστερον συνῴκησε, Θησέως δόντος. ἐκ δὲ Μελανίππου τοῦ Θησέως γενόμενος Ἴωξος Ὀρνύτῳ τῆς εἰς Καρίαν ἀποικίας μετέσχεν: ὅθεν Ἰωξίδαις καὶ Ἰωξίσι πάτριον κατέστη μήτε ἄκανθαν ἀσφαράγου μήτε στοιβὴν καίειν, ἀλλὰ σέβεσθαι καὶ τιμᾶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.