ἐδόκει δ᾽ οὖν ὁ Θησεὺς τῷ Ῥωμύλῳ κατὰ πολλὰς ἐναρμόττειν ὁμοιότητας: ἄμφω μὲν γὰρ1 ἀνεγγύω καὶ σκοτίω γενόμενοι δόξαν ἔσχον ἐκ θεῶν γεγονέναι,
καὶ μετὰ τοῦ δυνατοῦ τὸ συνετὸν ἔχοντες. πόλεων δὲ τῶν ἐπιφανεστάτων ὁ μὲν ἔκτισε τὴν Ῥώμην, ὁ δὲ συνῴκισε τὰς Ἀθήνας: ἁρπαγὴ δὲ γυναικῶν ἑκατέρῳ πρόσεστιν.ἄμφω δ᾽ αἰχμητά, τό γε δὴ καὶ ἴδμεν ἅπαντες,
Hom. Il. 7.281