τεκούσης δὲ τῆς Αἴθρας υἱόν, οἱ μὲν εὐθὺς ὀνομασθῆναι Θησέα λέγουσι διὰ τὴν τῶν γνωρισμάτων θέσιν, οἱ δὲ ὕστερον Ἀθήνησι παῖδα θεμένου τοῦ Αἰγέως αὐτόν. τρεφόμενον δὲ ὑπὸ τοῦ Πιτθέως ἐπιστάτην ἔχειν καὶ παιδαγωγὸν ὄνομα Κοννίδαν, ᾧ μέχρι νῦν Ἀθηναῖοι μιᾷ πρότερον ἡμέρᾳ τῶν Θησείων κριὸν ἐναγίζουσι, μεμνημένοι καὶ τιμῶντες πολὺ δικαιότερον ἢ Σιλανίωνα τιμῶσι καὶ Παρράσιον, εἰκόνων Θησέως γραφεῖς καὶ πλάστας γενομένους.