previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

33.

ἐχομένων δ᾽ οὖν τῶν Ἀφιδνῶν καὶ τῶν ἐν ἄστει δεδιότων, ἔπεισε τὸν δῆμον Μενεσθεὺς δέχεσθαι τῇ πόλει καὶ φιλοφρονεῖσθαι τοὺς Τυνδαρίδας, ὡς μόνῳ Θησεῖ βίας ὑπάρξαντι πολεμοῦντας, τῶν δὲ ἄλλων εὐεργέτας ὄντας ἀνθρώπων καὶ σωτῆρας. ἐμαρτύρει δὲ αὐτῷ καὶ τὰ παρ᾽ ἐκείνων: οὐδὲν γὰρ ἠξίωσαν ἁπάντων κρατοῦντες ἀλλ᾽ μυηθῆναι, μηδὲν ἧττον Ἡρακλέους τῇ πόλει προσήκοντες. [2] καὶ τοῦτο οὖν ὑπῆρξεν αὐτοῖς, Ἀφίδνου ποιησαμένου παῖδας, ὡς Πύλιος Ἡρακλέα: καὶ τιμὰς ἰσοθέους ἔσχον, Ἄνακες προσαγορευθέντες, διὰ τὰς γενομένας ἀνοχὰς διὰ τὴν ἐπιμέλειαν καὶ κηδεμονίαν τοῦ μηδένα κακῶς παθεῖν στρατιᾶς τοσαύτης ἔνδον οὔσης: ἀνακῶς γὰρ ἔχειν τοὺς ἐπιμελομένους φυλάττοντας ὁτιοῦν: καὶ τοὺς βασιλεῖς ἴσως ἄνακτας διὰ τοῦτο καλοῦσιν. εἰσὶ δὲ οἱ λέγοντες διὰ τὴν τῶν ἀστέρων ἐπιφάνειαν Ἄνακας ὀνομάζεσθαι: τὸ γὰρ ἄνω τοὺς Ἀττικοὺς ἀνεκὰς ὀνομάζειν, καὶ ἀνέκαθεν τὸ ἄνωθεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (11 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: