B. Olymp. 149, 2. I. Res Italiae
ὅτι κατὰ τὸ δεύτερον ἔτος ἡ σύγκλητος, παραγενομένων πρέσβεων παρ᾽ Εὐμένους καὶ Φαρνάκου καὶ Φιλίππου καὶ παρὰ τοῦ τῶν Ἀχαιῶν ἔθνους, ἔτι δὲ παρὰ τῶν ἐκ τῆς Λακεδαίμονος ἐκπεπτωκότων καὶ παρὰ τῶν κατεχόντων τὴν πόλιν, ἐχρημάτισε τούτοις. [2] ἧκον δὲ καὶ Ῥόδιοι πρεσβεύοντες ὑπὲρ τῆς Σινωπέων ἀτυχίας. [3] τούτοις μὲν οὖν καὶ τοῖς παρ᾽ Εὐμένους καὶ Φαρνάκου πρεσβεύουσιν ἡ σύγκλητος ἀπεκρίθη διότι πέμψει πρεσβευτὰς τοὺς ἐπισκεψομένους περί τε Σινωπέων καὶ περὶ τῶν τοῖς βασιλεῦσιν ἀμφισβητουμένων. [4] τοῦ δὲ Κοΐντου Μαρκίου προσφάτως ἐκ τῆς Ἑλλάδος παραγεγονότος καὶ περί τε τῶν ἐν Μακεδονίᾳ καὶ περὶ τῶν ἐν Πελοποννήσῳ διασεσαφηκότος, οὐκέτι πολλῶν προσεδεήθη λόγων ἡ σύγκλητος, [5] ἀλλ᾽ εἰσκαλεσαμένη καὶ τοὺς ἀπὸ Πελοποννήσου καὶ Μακεδονίας πρεσβεύοντας διήκουσε μὲν τῶν λόγων, τάς γε μὴν ἀποκρίσεις ἔδωκε καὶ τὴν διάληψιν ἐποιήσατο τῶν πραγμάτων οὐ πρὸς τοὺς τῶν πρεσβευτῶν λόγους, ἀλλὰ πρὸς τὴν ἀποπρεσβείαν ἁρμοσαμένη τοῦ Μαρκίου. [6] ὃς ὑπὲρ μὲν τοῦ Φιλίππου τοῦ βασιλέως ἀπηγγέλκει διότι πεποίηκε μὲν τὰ προσταττόμενα, πεποίηκε δὲ τὰ πάντα βαρυνόμενος, καὶ καθότι λαβὼν καιρὸν πᾶν τι ποιήσει κατὰ Ῥωμαίων. [7] διὸ καὶ τοῖς μὲν παρὰ τοῦ Φιλίππου πρεσβευταῖς τοιαύτην ἔδωκε τὴν ἀπόκρισιν, δι᾽ ἧς ἐπὶ μὲν τοῖς γεγονόσιν ἐπῄνει τὸν Φίλιππον, εἰς δὲ τὸ λοιπὸν ᾤετο δεῖν προσέχειν αὐτὸν ἵνα μηδὲν ὑπεναντίον φαίνηται πράττων Ῥωμαίοις. [8] περὶ δὲ τῶν κατὰ Πελοπόννησον ὁ Μάρκιος τοιαύτην ἐπεποίητο τὴν ἀπαγγελίαν διότι, τῶν Ἀχαιῶν οὐ βουλομένων ἀναφέρειν οὐδὲν ἐπὶ τὴν σύγκλητον, ἀλλὰ φρονηματιζομένων καὶ πάντα δι᾽ ἑαυτῶν πράττειν ἐπιβαλλομένων, [9] ἐὰν παρακούσωσι μόνον αὐτῶν κατὰ τὸ παρὸν καὶ βραχεῖαν ἔμφασιν ποιήσωσιν δυσαρεστήσεως, ταχέως ἡ Λακεδαίμων τῇ Μεσσήνῃ συμφρονήσει. [10] τούτου δὲ γενομένου μετὰ μεγάλης χάριτος ἥξειν τοὺς Ἀχαιοὺς ἔφη καταπεφευγότας ἐπὶ Ῥωμαίους. [11] διότι τοῖς μὲν ἐκ τῆς Λακεδαίμονος ἀπεκρίθησαν τοῖς περὶ Σήριππον, βουλόμενοι μετέωρον ἐᾶσαι τὴν πόλιν, διότι πάντα πεποιήκασιν αὐτοῖς τὰ δυνατά, κατὰ δὲ τὸ παρὸν οὐ νομίζουσιν εἶναι τοῦτο τὸ πρᾶγμα πρὸς αὑτούς. [12] τῶν δ᾽ Ἀχαιῶν παρακαλούντων, εἰ μὲν δυνατόν ἐστιν, βοήθειαν αὐτοῖς πέμψαι κατὰ τὴν συμμαχίαν ἐπὶ τοὺς Μεσσηνίους, εἰ δὲ μή, προνοηθῆναι γ᾽ ἵνα μηθεὶς τῶν ἐξ Ἰταλίας μήθ᾽ ὅπλα μήτε σῖτον εἰς τὴν Μεσσήνην εἰσαγάγῃ, τούτων μὲν οὐδενὶ προσεῖχον, [13] ἀπεκρίθησαν δὲ διότι οὐδ᾽ ἂν ὁ Λακεδαιμονίων ἢ Κορινθίων ἢ τῶν Ἀργείων ἀφίστηται δῆμος, οὐ δεήσει τοὺς Ἀχαιοὺς θαυμάζειν ἐὰν μὴ πρὸς αὐτοὺς ἡγῶνται. [14] ταύτην δὲ τὴν ἀπόκρισιν ἐκθέμενοι, κηρύγματος ἔχουσαν διάθεσιν τοῖς βουλομένοις ἕνεκεν Ῥωμαίων ἀφίστασθαι τῆς τῶν Ἀχαιῶν πολιτείας, λοιπὸν τοὺς πρεσβευτὰς παρακατεῖχον, καραδοκοῦντες τὰ κατὰ τὴν Μεσσήνην, πῶς προχωρήσει τοῖς Ἀχαιοῖς. [15] καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν.