This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ὥστε τεττάρων μὲν καὶ δέκ᾽ ἐτῶν γεγενημένων ἀφ᾽ οὗ τὸν πατέρ᾽ ἡμῶν ἀφεῖσαν, εἴκοσι δὲ καὶ δυοῖν ἀφ᾽ οὗ τυγχάνουσιν ἐγγεγραμμένοι, τετελευτηκότος δὲ καὶ τοῦ πατρὸς τοῦ ἡμετέρου, πρὸς ὃν αὐτοῖς ἐγένονθ᾽ αἱ διαλλαγαί, καὶ τῶν ἐπιτρόπων, οἳ μετὰ τὸν ἐκείνου θάνατον τῶν ἡμετέρων ἐγένοντο κύριοι, καὶ τῆς ἑαυτῶν μητρός, ἥτις ἅπαντα ταῦτ᾽ ᾔδει, καὶ διαιτητῶν καὶ μαρτύρων καὶ πάντων τῶν πλείστων ὡς εἰπεῖν, τὴν ἡμετέραν ἀπειρίαν καὶ τὴν ἐξ ἀνάγκης ἄγνοιαν τῶν πεπραγμένων ἕρμαιον νομίσαντες ἑαυτῶν, τὰς δίκας ἡμῖν ἔλαχον ταυτασί, καὶ λόγον οὔτε δίκαιον οὔτ᾽ ἐπιεικῆ τολμῶσι λέγειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.