ὅτι τοίνυν οὐδ᾽ ἀνάσχοισθ᾽ ἂν αὐτῶν εἰκότως οὐδὲν περὶ τῆς ἐπιτροπῆς, καὶ τοῦτ᾽ οἴομαι δείξειν. εἰ γὰρ ὡς οἷόν τε μέγιστ᾽ ἠδικῆσθαι δοίη τις αὐτοῖς καὶ ἐρεῖν ἅπαντ᾽ ἀληθῆ περὶ τούτων νυνί, ἐκεῖνό γ᾽ οἶμαι πάντας ἂν ὑμᾶς ὁμολογῆσαι, ὅτι πολλὰ συμβέβηκεν ἠδικῆσθαί τισιν ἤδη μείζω τῶν εἰς χρήματα γιγνομένων ἀδικημάτων: καὶ γὰρ ἀκούσιοι φόνοι καὶ ὕβρεις εἰς ἃ μὴ δεῖ καὶ πολλὰ τοιαῦτ᾽ ἀδικήματα γίγνεται. ἀλλ᾽ ὅμως τούτων ἁπάντων ὅρος καὶ λύσις τοῖς παθοῦσιν τέτακται τὸ πεισθέντας ἀφεῖναι.