ἵνα τοίνυν εἰδῆτ᾽, ὦ ἄνδρες δικασταί, ὅτι οὐ μόνον οὐκ ἀδικοῦνται νῦν, ἀλλὰ καὶ παρὰ πάντας ἡμῖν δικάζονται τοὺς νόμους, βούλομαι καὶ τοῦτον ὑμῖν τὸν νόμον εἰπεῖν, ὅστις διαρρήδην λέγει, ἐὰν πέντ᾽ ἔτη παρέλθῃ καὶ μὴ δικάσωνται, μηκέτ᾽ εἶναι τοῖς ὀρφανοῖς δίκην περὶ τῶν ἐκ τῆς ἐπιτροπῆς ἐγκλημάτων. καὶ ὑμῖν ἀναγνώσεται τὸν νόμον.“Νόμος”