ἀκούετ᾽, ὦ ἄνδρες δικασταί, τοῦ νόμου λέγοντος ἄντικρυς, ἐὰν μὴ πέντ᾽ ἐτῶν δικάσωνται, μηκέτ᾽ εἶναι δίκην. οὐκοῦν ἐλάχομεν, φαῖεν ἄν. καὶ διελύσασθέ γε, ὥστ᾽ οὐκ εἰσὶν αὖθις ὑμῖν δίκαι. ἢ δεινόν γ᾽ ἂν εἴη, εἰ τῶν μὲν ἐξ ἀρχῆς ἀδικημάτων οὐ δίδωσιν ἔξω πέντ᾽ ἐτῶν τὰς δίκας τοῖς ὀρφανοῖς ὁ νόμος κατὰ τῶν οὐκ ἀφειμένων ἐπιτρόπων, πρὸς δὲ τοὺς ἐξ ἐκείνων ἡμᾶς, περὶ ὧν αὐτοὺς ἀφήκατε, εἰκοστῷ νῦν ἔτει δίκην τελέσαισθ᾽ ὑμεῖς.