ἀκούω τοίνυν αὐτοὺς τὰ μὲν περὶ τῶν πραγμάτων αὐτῶν καὶ τῶν νόμων δίκαια φεύξεσθαι, παρεσκευάσθαι δὲ λέγειν ὡς πολλὰ χρήματ᾽ αὐτοῖς κατελείφθη καὶ ταῦτ᾽ ἀπεστερήθησαν, καὶ τεκμηρίῳ χρήσεσθαι τούτου τῷ μεγέθει τῶν δικῶν ἃς ἐξ ἀρχῆς ἔλαχον, καὶ τὴν ὀρφανίαν ὀδυρεῖσθαι, καὶ τὸν τῆς ἐπιτροπῆς λόγον διεξιέναι: καὶ ταῦτ᾽ εἶναι καὶ τοιαῦθ᾽ οἷς πεπιστεύκασι καὶ δι᾽ ὧν ὑμᾶς ἐξαπατήσειν οἴονται.