ἐν ποίῳ δὴ λόγῳ νῦν ἐγκαλεῖθ᾽ ὡς παρέδωκεν, ὦ Ξενοπείθη καὶ Ναυσίμαχε; τότε μὲν γὰρ ὡς οὐκ ἀποδόντι δίκας ἐλαγχάνετε καὶ χρήματ᾽ ἐπράττεσθε. εἰ δ᾽ ἐπ᾽ ἀμφότερ᾽ ἔσται συκοφαντεῖν ὑμῖν, καὶ τοτὲ μὲν τοῦ μὴ παραδοῦναι χρήματ᾽ ἐπράξασθε, τοτὲ δ᾽ ὡς παραδόντος διώκετε, οὐδὲν κωλύει καὶ τρίτον τι σκοπεῖν μετὰ ταῦτα, ὅτου πάλιν δικάσεσθε. οἱ νόμοι δ᾽ οὐ ταῦτα λέγουσιν, ἀλλ᾽ ἅπαξ περὶ τῶν αὐτῶν πρὸς τὸν αὐτὸν εἶναι τὰς δίκας.