οὐδεμιᾷ φιλοπραγμοσύνῃ μὰ τοὺς θεούς, ὦ ἄνδρες δικασταί, τὴν δίκην ταύτην ἔλαχον Βοιωτῷ, οὐδ᾽ ἠγνόουν ὅτι πολλοῖς ἄτοπον δόξει τὸ δίκην ἐμὲ λαγχάνειν, εἴ τις ἐμοὶ ταὐτὸν ὄνομ᾽ οἴεται δεῖν ἔχειν: ἀλλ᾽ ἀναγκαῖον ἦν ἐκ τῶν συμβησομένων, εἰ μὴ τοῦτο διορθώσομαι, ἐν ὑμῖν κριθῆναι.