ἀλλ᾽, ὦ χαλεπώτατε Βοιωτέ, μάλιστα μὲν ὧν πράττεις πάντων παῦσαι, εἰ δ᾽ ἄρα μὴ βούλει, ἐκεῖνό γε πρὸς Διὸς πείθου: παῦσαι μὲν σαυτῷ παρέχων πράγματα, παῦσαι δ᾽ ἐμὲ συκοφαντῶν, ἀγάπα δ᾽ ὅτι σοι πόλις, οὐσία, πατὴρ γέγονεν. οὐδεὶς ἀπελαύνει σ᾽ ἀπὸ τούτων, οὔκουν ἔγωγε. ἀλλ᾽ ἂν μέν, ὥσπερ εἶναι φὴς ἀδελφός, καὶ τὰ ἔργ᾽ ἀδελφοῦ ποιῇς, δόξεις εἶναι συγγενής, ἂν δ᾽ ἐπιβουλεύῃς, δικάζῃ, φθονῇς, βλασφημῇς, δόξεις εἰς ἀλλότρι᾽ ἐμπεσὼν ὡς οὐ προσήκουσιν οὕτω χρῆσθαι.