πρῶτον μὲν γάρ, εἰ δεῖ τὰ κοινὰ τῶν ἰδίων εἰπεῖν πρότερον, τίν᾽ ἡμῖν ἡ πόλις ἐπιτάξει τρόπον, ἄν τι δέῃ ποιεῖν; οἴσουσι νὴ Δί᾽ οἱ φυλέται τὸν αὐτὸν τρόπον ὅνπερ καὶ τοὺς ἄλλους. οὐκοῦν Μαντίθεον Μαντίου Θορίκιον οἴσουσιν, ἐὰν χορηγὸν ἢ γυμνασίαρχον ἢ ἑστιάτορ᾽ ἢ ἐάν τι τῶν ἄλλων φέρωσιν. τῷ δῆλον οὖν ἔσται πότερον σὲ φέρουσιν ἢ ἐμέ; σὺ μὲν γὰρ φήσεις ἐμέ, ἐγὼ δὲ σέ.