This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
σκοπεῖτε δὴ τοῦθ᾽ οὑτωσί. ὤφειλεν Ἑρμῶναξ στατῆρας ἑκατὸν παρὰ Ναυσικράτους λαβὼν τούτοις. τούτων Ἀρίσταιχμος ἐπίτροπος καὶ κηδεμὼν ἐγένεθ᾽ ἑκκαίδεκ᾽ ἔτη. οὐκοῦν ἅ γε τούτων ἀνδρῶν γεγονότων δι᾽ ἑαυτοῦ διέλυε χρήμαθ᾽ ὁ Ἑρμῶναξ, οὐκ ἀπέδωκεν ὅτ᾽ ἦσαν παῖδες: οὐ γὰρ δίς γε ταὐτὰ κατετίθει. ἔστιν οὖν οὕτω τις ἀνθρώπων ἄτοπος, ὥσθ᾽ ἃ τοὺς κυρίους διεκρούσατο μὴ καταθεῖναι τοσοῦτον χρόνον, ταῦτα τῷ μὴ κυρίῳ πέμψαντι γράμμαθ᾽ ἑκὼν ἀποδοῦναι; ἐγὼ μὲν οὐκ οἶμαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.