οὐκ ἐμίσθωσαν ἡμῶν τὸν οἶκον, ἴσως ἐροῦσιν. οὐ γὰρ ἐβούλεθ᾽ ὁ θεῖος ὑμῶν Ξενοπείθης, ἀλλὰ φήναντος Νικίδου τοὺς δικαστὰς ἔπεισεν ἐᾶσαι αὑτὸν διοικεῖν: καὶ ταῦτ᾽ ἴσασιν πάντες. πολλὰ διήρπασαν ἡμῶν ἐκεῖνοι. οὐκοῦν ἣν ἐπείσθητέ γε, τούτων δίκην παρ᾽ αὐτῶν ἔχετε, καὶ οὐ δήπουθεν πάλιν δεῖ λαβεῖν ὑμᾶς παρ᾽ ἐμοῦ.