ὅτι μὲν τοίνυν οὔθ᾽ ὁ πατὴρ μετὰ τὴν ἄφεσιν τὰ χρήματ᾽ εἰσέπραξεν, οὔτ᾽ ἂν ἔδωκεν ἑκὼν οὐδείς, εἴ τιν᾽ ἔπεμψεν ὁ Δημάρετος, οὔτ᾽ ἀνέπλευσεν αὐτὸς οὐδ᾽ ἀφίκετ᾽ ἐκεῖσε, δῆλον ἐκ τῶν χρόνων καὶ τῶν μαρτυριῶν ὑμῖν γέγονεν. βούλομαι τοίνυν καὶ ὅλως ψευδομένους αὐτοὺς ὅλον τὸ πρᾶγμ᾽ ἐπιδεῖξαι. οὗτοι γὰρ γεγράφασιν εἰς ὃ νῦν ἔγκλημα διώκουσιν, ὀφείλειν ἡμᾶς τὸ ἀργύριον κομισαμένου τοῦ πατρὸς καὶ παραδόντος αὐτοῖς τοῦτο τὸ χρέως ἐν τῷ λόγῳ τῆς ἐπιτροπῆς ὀφειλόμενον. καί μοι λέγ᾽ αὐτὸ τὸ ἔγκλημα λαβών.“Ἔγκλημα”