οὐ τοίνυν θαυμάσαιμ᾽ ἄν, εἰ καὶ δακρύειν καὶ ἐλεινοὺς ἑαυτοὺς πειρῷντο ποιεῖν. ἐγὼ δ᾽ ἀξιῶ πρὸς ταῦθ᾽ ὑπολαμβάνειν ἅπαντας ὑμᾶς, ὅτι τῶν αἰσχρῶν ἐστι, μᾶλλον δ᾽ οὐδὲ δικαίων, τὰ μὲν ὄντα κατεσθίοντας καὶ παροινοῦντας μετ᾽ Ἀριστοκράτους καὶ Διογνήτου καὶ τοιούτων ἑτέρων αἰσχρῶς καὶ κακῶς ἀνηλωκέναι, τὰ δ᾽ ἀλλότρι᾽ ὥστε λαβεῖν, δακρύειν νυνὶ καὶ κλάειν. ἐπ᾽ ἐκείνοις ἐκλάετ᾽ ἄν, οἷς ἐποιεῖτε, δικαίως. νῦν δ᾽ οὐ δεῖ δακρύειν, ἀλλ᾽ ὡς οὐκ ἀφήκατε δεικνύναι, ἢ ὡς εἰσὶν ὧν ἀφήκατ᾽ αὖθις ὑμῖν δίκαι, ἢ ὡς εἰκοστῷ λαγχάνειν ἔτει δίκαιόν ἐστι, τοῦ νόμου πέντ᾽ ἔτη τὴν προθεσμίαν δεδωκότος: ταῦτα γάρ ἐστιν ὑπὲρ ὧν οὗτοι δικάζουσιν.