Ποσειδῶν
μόνη δὲ παραγίνεται μακρὰν οὕτω τὴν
ὁδὸν ἐξ Ἄργους ἐς Λέρναν;
Τρίτων
μόνη: πολυδίψιον δὲ τὸ Ἄργος, ὡς οἶσθα:
ὥστε ἀνάγκη ἀεὶ ὑδροφορεῖν.
Ποσειδῶν
ὦ Τρίτων, οὐ μετρίως διετάραξάς με εἰπὼν
τὰ περὶ τῆς παιδός: ὥστε ἴωμεν ἐπ᾽ αὐτήν.
Τρίτων
ἴωμεν: ἤδη γοῦν καιρὸς τῆς ὑδροφορίας:
καὶ σχεδόν που κατὰ μέσην τὴν ὁδόν ἐστιν ἰοῦσα ἐς τὴν Λέρναν.
Ποσειδῶν
οὐκοῦν ζεῦξον τὸ ἅρμα: ἢ τοῦτο μὲν πολλὴν
ἔχει τὴν διατριβὴν ὑπάγειν τοὺς ἵππους τῇ ζεύγλῃ καὶ
τὸ ἅρμα ἐπισκευάζειν, σὺ δὲ ἀλλὰ δελφῖνά μοί τινα τῶν
ὠκέων παράστησον: ἐφιππάσομαι γὰρ ἐπ᾽ αὐτοῦ τάχιστα.
[304]
Τρίτων
ἰδού σοι οὑτοσὶ δελφίνων ὁ ὠκύτατος.
Ποσειδῶν
εὖ γε: ἀπελαύνωμεν: σὺ δὲ παρανήχου, ὦ
Τρίτων. κἀπειδὴ πάρεσμεν ἐς τὴν Λέρναν, ἐγὼ μὲν λοχήσω
ἐνταῦθά που, σὺ δὲ ἀποσκόπει: ὁπόταν αἴσθῃ
προσιοῦσαν αὐτὴν —