Δῶρις
ἡ δὲ τί ἔπραττεν, ὦ Θέτι, ὁπότε καθίετο;
Θέτις
ὑπὲρ αὐτῆς μὲν ἐσίγα, ὦ Δωρί, καὶ ἔφερε
τὴν καταδίκην, τὸ βρέφος δὲ παρῃτεῖτο μὴ ἀποθανεῖν
δακρύουσα καὶ τῷ πάππῳ δεικνύουσα αὐτό, κάλλιστον
ὄν: τὸ δὲ ὑπ᾽ ἀγνοίας τῶν κακῶν ὑπεμειδία πρὸς τὴν
[p. 131]
θάλατταν. ὑποπίμπλαμαι αὖθις τοὺς ὀφθαλμοὺς δακρύων
[320]
μνημονεύουσα αὐτῶν.
Δῶρις
κἀμὲ δακρῦσαι ἐποίησας. ἀλλ᾽ ἤδη τεθνᾶσιν;
Θέτις
οὐδαμῶς: νήχεται γὰρ ἔτι ἡ κιβωτὸς ἀμφὶ
τὴν Σέριφον ζῶντας αὐτοὺς φυλάττουσα.
Δῶρις
τί οὖν οὐχὶ σώζομεν αὐτὴν τοῖς ἁλιεῦσι τούτοις
ἐμβαλοῦσαι ἐς τὰ δίκτυα τοῖς Σεριφίοις; οἱ δὲ ἀνασπάσαντες σώσουσι δῆλον ὅτι.
Θέτις
εὖ λέγεις, οὕτω ποιῶμεν: μὴ γὰρ ἀπολέσθω
μήτε αὐτὴ μήτε τὸ παιδίον οὕτως ὂν καλόν.