Φειδιππίδης
90λέγε δή, τί κελεύεις;
Φειδιππίδης
πείσομαι
νὴ τὸν Διόνυσον.
Στρεψιάδης
δεῦρό νυν ἀπόβλεπε.
ὁρᾷς τὸ θύριον τοῦτο καὶ τᾠκίδιον;
Φειδιππίδης
ὁρῶ. τί οὖν τοῦτ᾽ ἐστὶν ἐτεὸν ὦ πάτερ;
Στρεψιάδης
ψυχῶν σοφῶν τοῦτ᾽ ἐστὶ φροντιστήριον.
95ἐνταῦθ᾽ ἐνοικοῦσ᾽ ἄνδρες, οἳ τὸν οὐρανὸν
λέγοντες ἀναπείθουσιν ὡς ἔστιν πνιγεύς,
κἄστιν περὶ ἡμᾶς οὗτος, ἡμεῖς δ᾽ ἄνθρακες.
οὗτοι διδάσκουσ᾽, ἀργύριον ἤν τις διδῷ,
λέγοντα νικᾶν καὶ δίκαια κἄδικα.
Φειδιππίδης
100εἰσὶν δὲ τίνες;
Στρεψιάδης
οὐκ οἶδ᾽ ἀκριβῶς τοὔνομα:
μεριμνοφροντισταὶ καλοί τε κἀγαθοί.
Φειδιππίδης
αἰβοῖ πονηροί γ᾽, οἶδα. τοὺς ἀλαζόνας
τοὺς ὠχριῶντας τοὺς ἀνυποδήτους λέγεις,
ὧν ὁ κακοδαίμων Σωκράτης καὶ Χαιρεφῶν.
Στρεψιάδης
105ἢ ἢ σιώπα: μηδὲν εἴπῃς νήπιον.
ἀλλ᾽ εἴ τι κήδει τῶν πατρῴων ἀλφίτων,
τούτων γενοῦ μοι σχασάμενος τὴν ἱππικήν.
Φειδιππίδης
οὐκ ἂν μὰ τὸν Διόνυσον, εἰ δοίης γέ μοι
τοὺς φασιανοὺς οὓς τρέφει Λεωγόρας.
Στρεψιάδης
110ἴθ᾽ ἀντιβολῶ σ᾽ ὦ φίλτατ᾽ ἀνθρώπων ἐμοὶ
ἐλθὼν διδάσκου.
Φειδιππίδης
καὶ τί σοι μαθήσομαι;
Στρεψιάδης
εἶναι παρ᾽ αὐτοῖς φασιν ἄμφω τὼ λόγω,
τὸν κρείττον᾽, ὅστις ἐστί, καὶ τὸν ἥττονα.
τούτοιν τὸν ἕτερον τοῖν λόγοιν, τὸν ἥττονα,
115νικᾶν λέγοντά φασι τἀδικώτερα.
ἢν οὖν μάθῃς μοι τὸν ἄδικον τοῦτον λόγον,
ἃ νῦν ὀφείλω διὰ σέ, τούτων τῶν χρεῶν
οὐκ ἂν ἀποδοίην οὐδ᾽ ἂν ὀβολὸν οὐδενί.
Φειδιππίδης
οὐκ ἂν πιθοίμην: οὐ γὰρ ἂν τλαίην ἰδεῖν
120τοὺς ἱππέας τὸ χρῶμα διακεκναισμένος.
Στρεψιάδης
οὐκ ἄρα μὰ τὴν Δήμητρα τῶν γ᾽ ἐμῶν ἔδει,
οὔτ᾽ αὐτὸς οὔθ᾽ ὁ ζύγιος οὔθ᾽ ὁ σαμφόρας:
ἀλλ᾽ ἐξελῶ σ᾽ ἐς κόρακας ἐκ τῆς οἰκίας.
Φειδιππίδης
ἀλλ᾽ οὐ περιόψεταί μ᾽ ὁ θεῖος Μεγακλέης
125ἄνιππον. ἀλλ᾽ εἴσειμι, σοῦ δ᾽ οὐ φροντιῶ.
Στρεψιάδης
ἀλλ᾽ οὐδ᾽ ἐγὼ μέντοι πεσών γε κείσομαι,
ἀλλ᾽ εὐξάμενος τοῖσιν θεοῖς διδάξομαι
αὐτὸς βαδίζων ἐς τὸ φροντιστήριον.
πῶς οὖν γέρων ὢν κἀπιλήσμων καὶ βραδὺς
130λόγων ἀκριβῶν σχινδαλάμους μαθήσομαι;
ἰτητέον. τί ταῦτ᾽ ἔχων στραγγεύομαι,
ἀλλ᾽ οὐχὶ κόπτω τὴν θύραν; παῖ παιδίον.