Στρεψιάδης
ἀπόλλυμαι δείλαιος: ἐκ τοῦ σκίμποδος
710δάκνουσί μ᾽ ἐξέρποντες οἱ Κορίνθιοι,
καὶ τὰς πλευρὰς δαρδάπτουσιν
καὶ τὴν ψυχὴν ἐκπίνουσιν
καὶ τοὺς ὄρχεις ἐξέλκουσιν
καὶ τὸν πρωκτὸν διορύττουσιν,
715καί μ᾽ ἀπολοῦσιν.
Χορός
μή νυν βαρέως ἄλγει λίαν.
Στρεψιάδης
καὶ πῶς; ὅτε μου
φροῦδα τὰ χρήματα, φρούδη χροιά,
φρούδη ψυχή, φρούδη δ᾽ ἐμβάς:
720καὶ πρὸς τούτοις ἔτι τοῖσι κακοῖς
φρουρᾶς ᾁδων
ὀλίγου φροῦδος γεγένημαι.
Σωκράτης
οὗτος τί ποιεῖς; οὐχὶ φροντίζεις;
Στρεψιάδης
ἐγώ;
νὴ τὸν Ποσειδῶ.
Σωκράτης
καὶ τί δῆτ᾽ ἐφρόντισας;
Στρεψιάδης
725ὑπὸ τῶν κόρεων εἴ μού τι περιλειφθήσεται.
Στρεψιάδης
ἀλλ᾽ ὦγάθ᾽ ἀπόλωλ᾽ ἀρτίως.
Σωκράτης
οὐ μαλθακιστέ᾽ ἀλλὰ περικαλυπτέα.
ἐξευρετέος γὰρ νοῦς ἀποστερητικὸς
κἀπαιόλημ᾽.
Στρεψιάδης
οἴμοι τίς ἂν δῆτ᾽ ἐπιβάλοι
730ἐξ ἀρνακίδων γνώμην ἀποστερητρίδα;