Μαθητής
βάλλ᾽ ἐς κόρακας: τίς ἐσθ᾽ ὁ κόψας τὴν θύραν;
Στρεψιάδης
Φείδωνος υἱὸς Στρεψιάδης Κικυννόθεν.
Μαθητής
135ἀμαθής γε νὴ Δί᾽ ὅστις οὑτωσὶ σφόδρα
ἀπεριμερίμνως τὴν θύραν λελάκτικας
καὶ φροντίδ᾽ ἐξήμβλωκας ἐξηυρημένην.
Στρεψιάδης
σύγγνωθί μοι: τηλοῦ γὰρ οἰκῶ τῶν ἀγρῶν.
ἀλλ᾽ εἰπέ μοι τὸ πρᾶγμα τοὐξημβλωμένον.
Μαθητής
140ἀλλ᾽ οὐ θέμις πλὴν τοῖς μαθηταῖσιν λέγειν.
Στρεψιάδης
λέγε νυν ἐμοὶ θαρρῶν: ἐγὼ γὰρ οὑτοσὶ
ἥκω μαθητὴς ἐς τὸ φροντιστήριον.
Μαθητής
λέξω. νομίσαι δὲ ταῦτα χρὴ μυστήρια.
ἀνήρετ᾽ ἄρτι Χαιρεφῶντα Σωκράτης
145ψύλλαν ὁπόσους ἅλλοιτο τοὺς αὑτῆς πόδας:
δακοῦσα γὰρ τοῦ Χαιρεφῶντος τὴν ὀφρῦν
ἐπὶ τὴν κεφαλὴν τὴν Σωκράτους ἀφήλατο.
Στρεψιάδης
πῶς δῆτα διεμέτρησε;
Μαθητής
δεξιώτατα.
κηρὸν διατήξας, εἶτα τὴν ψύλλαν λαβὼν
150ἐνέβαψεν ἐς τὸν κηρὸν αὐτῆς τὼ πόδε,
κᾆτα ψυχείσῃ περιέφυσαν Περσικαί.
ταύτας ὑπολύσας ἀνεμέτρει τὸ χωρίον.
Στρεψιάδης
ὦ Ζεῦ βασιλεῦ τῆς λεπτότητος τῶν φρενῶν.
Μαθητής
τί δῆτ᾽ ἂν ἕτερον εἰ πύθοιο Σωκράτους
155φρόντισμα;
Στρεψιάδης
ποῖον; ἀντιβολῶ κάτειπέ μοι.
Μαθητής
ἀνήρετ᾽ αὐτὸν Χαιρεφῶν ὁ Σφήττιος
ὁπότερα τὴν γνώμην ἔχοι, τὰς ἐμπίδας
κατὰ τὸ στόμ᾽ ᾁδειν ἢ κατὰ τοὐρροπύγιον.
Στρεψιάδης
τί δῆτ᾽ ἐκεῖνος εἶπε περὶ τῆς ἐμπίδος;
Μαθητής
160ἔφασκεν εἶναι τοὔντερον τῆς ἐμπίδος
στενόν: διὰ λεπτοῦ δ᾽ ὄντος αὐτοῦ τὴν πνοὴν
βίᾳ βαδίζειν εὐθὺ τοὐρροπυγίου:
ἔπειτα κοῖλον πρὸς στενῷ προσκείμενον
τὸν πρωκτὸν ἠχεῖν ὑπὸ βίας τοῦ πνεύματος.
Στρεψιάδης
165σάλπιγξ ὁ πρωκτός ἐστιν ἄρα τῶν ἐμπίδων.
ὦ τρισμακάριος τοῦ διεντερεύματος.
ἦ ῥᾳδίως φεύγων ἂν ἀποφύγοι δίκην
ὅστις δίοιδε τοὔντερον τῆς ἐμπίδος.
Μαθητής
πρώην δέ γε γνώμην μεγάλην ἀφῃρέθη
ὑπ᾽ ἀσκαλαβώτου.
Στρεψιάδης
τίνα τρόπον; κάτειπέ μοι.
Μαθητής
ζητοῦντος αὐτοῦ τῆς σελήνης τὰς ὁδοὺς
καὶ τὰς περιφορὰς εἶτ᾽ ἄνω κεχηνότος
ἀπὸ τῆς ὀροφῆς νύκτωρ γαλεώτης κατέχεσεν.
Στρεψιάδης
ἥσθην γαλεώτῃ καταχέσαντι Σωκράτους.
Μαθητής
175ἐχθὲς δέ γ᾽ ἡμῖν δεῖπνον οὐκ ἦν ἑσπέρας.
Στρεψιάδης
εἶεν: τί οὖν πρὸς τἄλφιτ᾽ ἐπαλαμήσατο;
Μαθητής
κατὰ τῆς τραπέζης καταπάσας λεπτὴν τέφραν
κάμψας ὀβελίσκον εἶτα διαβήτην λαβὼν
ἐκ τῆς παλαίστρας θοἰμάτιον ὑφείλετο.