Δίκαιος Λόγος
καὶ τὴν Θέτιν γ᾽ ἔγημε διὰ τὸ σωφρονεῖν ὁ Πηλεύς.
Ἄδικος Λόγος
κᾆτ᾽ ἀπολιποῦσά γ᾽ αὐτὸν ᾤχετ᾽: οὐ γὰρ ἦν ὑβριστὴς
οὐδ᾽ ἡδὺς ἐν τοῖς στρώμασιν τὴν νύκτα παννυχίζειν:
1070γυνὴ δὲ σιναμωρουμένη χαίρει: σὺ δ᾽ εἶ Κρόνιππος.
σκέψαι γὰρ ὦ μειράκιον ἐν τῷ σωφρονεῖν ἅπαντα
ἅνεστιν, ἡδονῶν θ᾽ ὅσων μέλλεις ἀποστερεῖσθαι,
παίδων γυναικῶν κοττάβων ὄψων πότων κιχλισμῶν.
καίτοι τί σοι ζῆν ἄξιον, τούτων ἐὰν στερηθῇς;
1075εἶεν. πάρειμ᾽ ἐντεῦθεν ἐς τὰς τῆς φύσεως ἀνάγκας.
ἥμαρτες, ἠράσθης, ἐμοίχευσάς τι, κᾆτ᾽ ἐλήφθης:
ἀπόλωλας: ἀδύνατος γὰρ εἶ λέγειν. ἐμοὶ δ᾽ ὁμιλῶν
χρῶ τῇ φύσει, σκίρτα, γέλα, νόμιζε μηδὲν αἰσχρόν.
μοιχὸς γὰρ ἢν τύχῃς ἁλούς, τάδ᾽ ἀντερεῖς πρὸς αὐτόν,
1080ὡς οὐδὲν ἠδίκηκας: εἶτ᾽ ἐς τὸν Δί᾽ ἐπανενεγκεῖν,
κἀκεῖνος ὡς ἥττων ἔρωτός ἐστι καὶ γυναικῶν:
καίτοι σὺ θνητὸς ὢν θεοῦ πῶς μεῖζον ἂν δύναιο;
Δίκαιος Λόγος
τί δ᾽ ἢν ῥαφανιδωθῇ πιθόμενός σοι τέφρᾳ τε τιλθῇ,
ἕξει τινὰ γνώμην λέγειν τὸ μὴ εὐρύπρωκτος εἶναι;
Ἄδικος Λόγος
1085ἢν δ᾽ εὐρύπρωκτος ᾖ, τί πείσεται κακόν;