previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Δίκαιος Λόγος

χώρει δευρί, δεῖξον σαυτὸν
890τοῖσι θεαταῖς, καίπερ θρασὺς ὤν.

Ἄδικος Λόγος

ἴθ᾽ ὅποι χρῄζεις. πολὺ γὰρ μᾶλλόν 'ς
ἐν τοῖς πολλοῖσι λέγων ἀπολῶ.

Δίκαιος Λόγος

ἀπολεῖς σύ; τίς ὤν;

Ἄδικος Λόγος
λόγος.

Δίκαιος Λόγος
ἥττων
γ᾽ ὤν.

Ἄδικος Λόγος

ἀλλά σε νικῶ τὸν ἐμοῦ κρείττω
895φάσκοντ᾽ εἶναι.

Δίκαιος Λόγος
τί σοφὸν ποιῶν;

Ἄδικος Λόγος

γνώμας καινὰς ἐξευρίσκων.

Δίκαιος Λόγος

ταῦτα γὰρ ἀνθεῖ διὰ τουτουσὶ
τοὺς ἀνοήτους.

Ἄδικος Λόγος

οὔκ, ἀλλὰ σοφούς.

Δίκαιος Λόγος
ἀπολῶ σε κακῶς.

Ἄδικος Λόγος

900εἰπὲ τί ποιῶν;

Δίκαιος Λόγος
τὰ δίκαια λέγων.

Ἄδικος Λόγος

ἀλλ᾽ ἀνατρέψω γ᾽ αὔτ᾽ ἀντιλέγων:
οὐδὲ γὰρ εἶναι πάνυ φημὶ δίκην.

Δίκαιος Λόγος

οὐκ εἶναι φῄς;

Ἄδικος Λόγος
φέρε γὰρ ποῦ 'στιν;

Δίκαιος Λόγος

παρὰ τοῖσι θεοῖς.

Ἄδικος Λόγος

πῶς δῆτα δίκης οὔσης Ζεὺς
905οὐκ ἀπόλωλεν τὸν πατέρ᾽ αὑτοῦ
δήσας;

Δίκαιος Λόγος
αἰβοῖ τουτὶ καὶ δὴ
χωρεῖ τὸ κακόν: δότε μοι λεκάνην.

Ἄδικος Λόγος

τυφογέρων εἶ κἀνάρμοστος.

Δίκαιος Λόγος

καταπύγων εἶ κἀναίσχυντος.

Ἄδικος Λόγος

910ῥόδα μ᾽ εἴρηκας.

Δίκαιος Λόγος
καὶ βωμολόχος.

Ἄδικος Λόγος

κρίνεσι στεφανοῖς.

Δίκαιος Λόγος
καὶ πατραλοίας.

Ἄδικος Λόγος

χρυσῷ πάττων μ᾽ οὐ γιγνώσκεις.

Δίκαιος Λόγος

οὐ δῆτα πρὸ τοῦ γ᾽, ἀλλὰ μολύβδῳ.

Ἄδικος Λόγος

νῦν δέ γε κόσμος τοῦτ᾽ ἐστὶν ἐμοί.

Δίκαιος Λόγος

915θρασὺς εἶ πολλοῦ.

Ἄδικος Λόγος
σὺ δέ γ᾽ ἀρχαῖος.

Δίκαιος Λόγος

διὰ σὲ δὲ φοιτᾶν
οὐδεὶς ἐθέλει τῶν μειρακίων:
καὶ γνωσθήσει ποτ᾽ Ἀθηναίοις
οἶα διδάσκεις τοὺς ἀνοήτους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William James Hickie, 1853)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: