previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Στρεψιάδης

χαίρετε τοίνυν δέσποιναι: καὶ νῦν, εἴπερ τινὶ κἄλλῳ,
οὐρανομήκη ῥήξατε κἀμοὶ φωνήν, παμβασίλειαι.

Χορός

χαῖρ᾽ πρεσβῦτα παλαιογενὲς θηρατὰ λόγων φιλομούσων,
σύ τε λεπτοτάτων λήρων ἱερεῦ, φράζε πρὸς ἡμᾶς τι χρῄζεις:
360οὐ γὰρ ἂν ἄλλῳ γ᾽ ὑπακούσαιμεν τῶν νῦν μετεωροσοφιστῶν
πλὴν Προδίκῳ, τῷ μὲν σοφίας καὶ γνώμης οὕνεκα, σοὶ δέ,
ὅτι βρενθύει τ᾽ ἐν ταῖσιν ὁδοῖς καὶ τὠφθαλμὼ παραβάλλεις,
κἀνυπόδητος κακὰ πόλλ᾽ ἀνέχει κἀφ᾽ ἡμῖν σεμνοπροσωπεῖς.

Στρεψιάδης

γῆ τοῦ φθέγματος, ὡς ἱερὸν καὶ σεμνὸν καὶ τερατῶδες.

Σωκράτης

365αὗται γάρ τοι μόναι εἰσὶ θεαί, τἄλλα δὲ πάντ᾽ ἐστὶ φλύαρος.

Στρεψιάδης

Ζεὺς δ᾽ ἡμῖν, φέρε πρὸς τῆς γῆς, οὑλύμπιος οὐ θεός ἐστιν;

Σωκράτης

ποῖος Ζεύς; οὐ μὴ ληρήσεις: οὐδ᾽ ἔστι Ζεύς.

Στρεψιάδης
τί λέγεις σύ;
ἀλλὰ τίς ὕει; τουτὶ γὰρ ἔμοιγ᾽ ἀπόφηναι πρῶτον ἁπάντων.

Σωκράτης

αὗται δήπου: μεγάλοις δέ σ᾽ ἐγὼ σημείοις αὐτὸ διδάξω.
φέρε ποῦ γὰρ πώποτ᾽ ἄνευ Νεφελῶν ὕοντ᾽ ἤδη τεθέασαι;
καίτοι χρῆν αἰθρίας ὕειν αὐτόν, ταύτας δ᾽ ἀποδημεῖν.

Στρεψιάδης

νὴ τὸν Ἀπόλλω τοῦτό γέ τοι δὴ τῷ νῦν λόγῳ εὖ προσέφυσας:
καίτοι πρότερον τὸν Δί᾽ ἀληθῶς ᾤμην διὰ κοσκίνου οὐρεῖν.
ἀλλ᾽ ὅστις βροντῶν ἐστι φράσον: τοῦτό με ποιεῖ τετρεμαίνειν.

Σωκράτης

375αὗται βροντῶσι κυλινδόμεναι.

Στρεψιάδης
τῷ τρόπῳ πάντα σὺ τολμῶν;

Σωκράτης

ὅταν ἐμπλησθῶσ᾽ ὕδατος πολλοῦ κἀναγκασθῶσι φέρεσθαι,
κατακρημνάμεναι πλήρεις ὄμβρου δι᾽ ἀνάγκην, εἶτα βαρεῖαι
εἰς ἀλλήλας ἐμπίπτουσαι ῥήγνυνται καὶ παταγοῦσιν.

Στρεψιάδης

δ᾽ ἀναγκάζων ἐστὶ τίς αὐτάς, οὐχ Ζεύς, ὥστε φέρεσθαι;

Σωκράτης

380ἥκιστ᾽ ἀλλ᾽ αἰθέριος Δῖνος.

Στρεψιάδης
Δῖνος; τουτί μ᾽ ἐλελήθειν,
Ζεὺς οὐκ ὤν, ἀλλ᾽ ἀντ᾽ αὐτοῦ Δῖνος νυνὶ βασιλεύων.
ἀτὰρ οὐδέν πω περὶ τοῦ πατάγου καὶ τῆς βροντῆς μ᾽ ἐδίδαξας.

Σωκράτης

οὐκ ἤκουσάς μου τὰς Νεφέλας ὕδατος μεστὰς ὅτι φημὶ
ἐμπιπτούσας εἰς ἀλλήλας παταγεῖν διὰ τὴν πυκνότητα;

Στρεψιάδης

385φέρε τουτὶ τῷ χρὴ πιστεύειν;

Σωκράτης
ἀπὸ σαυτοῦ 'γώ σε διδάξω.
ἤδη ζωμοῦ Παναθηναίοις ἐμπλησθεὶς εἶτ᾽ ἐταράχθης
τὴν γαστέρα, καὶ κλόνος ἐξαίφνης αὐτὴν διεκορκορύγησεν;

Στρεψιάδης

νὴ τὸν Ἀπόλλω καὶ δεινὰ ποιεῖ γ᾽ εὐθύς μοι, καὶ τετάρακται
χὤσπερ βροντὴ τὸ ζωμίδιον παταγεῖ καὶ δεινὰ κέκραγεν:
390ἀτρέμας πρῶτον παππὰξ παππάξ, κἄπειτ᾽ ἐπάγει παπαπαππάξ,
χὤταν χέζω, κομιδῇ βροντᾷ παπαπαππὰξ ὥσπερ ἐκεῖναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William James Hickie, 1853)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: