Χορός
ἆρ᾽ αἰσθάνει πλεῖστα δι᾽ ἡμᾶς ἀγάθ᾽ αὐτίχ᾽ ἕξων
μόνας θεῶν; ὡς
ἕτοιμος ὅδ᾽ ἐστὶν ἅπαντα δρᾶν
ὅσ᾽ ἂν κελεύῃς.
σὺ δ᾽ ἀνδρὸς ἐκπεπληγμένου καὶ φανερῶς ἐπηρμένου
810γνοὺς ἀπολάψεις ὅ τι πλεῖστον δύνασαι,
ταχέως: φιλεῖ γάρ πως τὰ τοιαῦθ᾽ ἑτέρᾳ τρέπεσθαι.