Χορός
οἷον τὸ πραγμάτων ἐρᾶν φλαύρων: ὁ γὰρ
γέρων ὅδ᾽ ἐρασθεὶς
1305ἀποστερῆσαι βούλεται
τὰ χρήμαθ᾽ ἁδανείσατο:
κοὐκ ἔσθ᾽ ὅπως οὐ τήμερον
λήψεταί τι πρᾶγμ᾽, ὃ τοῦτον
ποιήσει τὸν σοφιστὴν ἴσως,
ἀνθ᾽ ὧν πανουργεῖν ἤρξατ᾽, ἐξαίφνης λαβεῖν κακόν τι.