previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Στρεψιάδης

οὔτοι μὰ τὴν Ὁμίχλην ἔτ᾽ ἐνταυθοῖ μενεῖς:
815ἀλλ᾽ ἔσθι᾽ ἐλθὼν τοὺς Μεγακλέους κίονας.

Φειδιππίδης

δαιμόνιε, τί χρῆμα πάσχεις πάτερ;
οὐκ εὖ φρονεῖς μὰ τὸν Δία τὸν Ὀλύμπιον.

Στρεψιάδης

ἰδού γ᾽ ἰδού, Δί᾽ Ὀλύμπιον: τῆς μωρίας,
τὸν Δία νομίζειν ὄντα τηλικουτονί.

Φειδιππίδης

820τί δὲ τοῦτ᾽ ἐγέλασας ἐτεόν;

Στρεψιάδης
ἐνθυμούμενος
ὅτι παιδάριον εἶ καὶ φρονεῖς ἀρχαιϊκά.
ὅμως γε μὴν πρόσελθ᾽, ἵν᾽ εἰδῇς πλείονα,
καί σοι φράσω τι πρᾶγμ᾽ μαθὼν ἀνὴρ ἔσει.
ὅπως δὲ τοῦτο μὴ διδάξεις μηδένα.

Φειδιππίδης

825ἰδού: τί ἔστιν;

Στρεψιάδης
ὤμοσας νυνὶ Δία.

Φειδιππίδης

ἔγωγ᾽.

Στρεψιάδης
ὁρᾷς οὖν ὡς ἀγαθὸν τὸ μανθάνειν;
οὐκ ἔστιν Φειδιππίδη Ζεύς.

Φειδιππίδης
ἀλλὰ τίς;

Στρεψιάδης

Δῖνος βασιλεύει τὸν Δί᾽ ἐξεληλακώς.

Φειδιππίδης

αἰβοῖ τί ληρεῖς;

Στρεψιάδης
ἴσθι τοῦθ᾽ οὕτως ἔχον.

Φειδιππίδης

830τίς φησι ταῦτα;

Στρεψιάδης
Σωκράτης Μήλιος
καὶ Χαιρεφῶν, ὃς οἶδε τὰ ψυλλῶν ἴχνη.

Φειδιππίδης

σὺ δ᾽ ἐς τοσοῦτον τῶν μανιῶν ἐλήλυθας
ὥστ᾽ ἀνδράσιν πείθει χολῶσιν;

Στρεψιάδης
εὐστόμει
καὶ μηδὲν εἴπῃς φλαῦρον ἄνδρας δεξιοὺς
835καὶ νοῦν ἔχοντας: ὧν ὑπὸ τῆς φειδωλίας
ἀπεκείρατ᾽ οὐδεὶς πώποτ᾽ οὐδ᾽ ἠλείψατο,
οὐδ᾽ ἐς βαλανεῖον ἦλθε λουσόμενος: σὺ δὲ
ὥσπερ τεθνεῶτος καταλόει μου τὸν βίον.
ἀλλ᾽ ὡς τάχιστ᾽ ἐλθὼν ὑπὲρ ἐμοῦ μάνθανε.

Φειδιππίδης

840τί δ᾽ ἂν παρ᾽ ἐκείνων καὶ μάθοι χρηστόν τις ἄν;

Στρεψιάδης

ἄληθες; ὅσαπερ ἔστ᾽ ἐν ἀνθρώποις σοφά:
γνώσει δὲ σαυτὸν ὡς ἀμαθὴς εἶ καὶ παχύς.
ἀλλ᾽ ἐπανάμεινόν μ᾽ ὀλίγον ἐνταυθοῖ χρόνον.

Φειδιππίδης

οἴμοι τί δράσω παραφρονοῦντος τοῦ πατρός;
845πότερον παρανοίας αὐτὸν εἰσαγαγὼν ἕλω,
τοῖς σοροπηγοῖς τὴν μανίαν αὐτοῦ φράσω;

Στρεψιάδης

φέρ᾽ ἴδω, σὺ τοῦτον τί ὀνομάζεις; εἰπέ μοι.

Φειδιππίδης

ἀλεκτρυόνα.

Στρεψιάδης
καλῶς γε. ταυτηνὶ δὲ τί;

Φειδιππίδης

ἀλεκτρυόν᾽.

Στρεψιάδης
ἄμφω ταὐτό; καταγέλαστος εἶ.
850μή νυν τὸ λοιπόν, ἀλλὰ τήνδε μὲν καλεῖν
ἀλεκτρύαιναν τουτονὶ δ᾽ ἀλέκτορα.

Φειδιππίδης

ἀλεκτρύαιναν; ταῦτ᾽ ἔμαθες τὰ δεξιὰ
εἴσω παρελθὼν ἄρτι παρὰ τοὺς γηγενεῖς;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William James Hickie, 1853)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.1
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: