Σωκράτης
1105τί δῆτα; πότερα τοῦτον ἀπάγεσθαι λαβὼν
βούλει τὸν υἱόν, ἢ διδάσκω σοι λέγειν;
Στρεψιάδης
δίδασκε καὶ κόλαζε καὶ μέμνησ᾽ ὅπως
εὖ μοι στομώσεις αὐτόν, ἐπὶ μὲν θάτερα
οἷον δικιδίοις, τὴν δ᾽ ἑτέραν αὐτοῦ γνάθον
1110στόμωσον οἵαν ἐς τὰ μείζω πράγματα.
Σωκράτης
ἀμέλει κομιεῖ τοῦτον σοφιστὴν δεξιόν.
Φειδιππίδης
ὠχρὸν μὲν οὖν οἶμαί γε καὶ κακοδαίμονα.