περὶ μὲν οὖν τῆς ἐπὶ Θρᾴκης ὁδοῦ οὐκ ἐγένετο μνεία: οὔτε1 γὰρ τὸ ψήφισμα τοῦθ᾽ ἡμῖν προσέταττεν, ἀλλ᾽ ἀπολαβεῖν μόνον τοὺς ὅρκους καὶ ἄλλ᾽ ἄττα, οὔτ᾽ ἐλθόντας πράττειν οὐδὲν ἐνεδέχετο, τῶν περὶ Κερσοβλέπτην ἤδη γεγενημένων, ὡς ἀρτίως ἠκούσατε, οὔθ᾽ οὗτος οὐδὲν ἀληθὲς εἶπεν, ἀλλὰ ψεύδεται καὶ κατηγορεῖν οὐδὲν ἀληθὲς ἔχων τερατεύεται.