ταῦτα μὲν οὖν ὁ κατήγορος μεμηχάνηται, τὰ δ᾽ ἐν Φωκεῦσι διεφθάρη πράγματα πρῶτον μὲν διὰ τὴν τύχην, ἣ πάντων ἐστὶ κυρία, ἔπειτα διὰ τὸ μῆκος τοῦ χρόνου καὶ τὸν δεκέτη πόλεμον. τὸ γὰρ αὐτὸ ηὔξησέ τε τῶν ἐν Φωκεῦσι τυράννων τὰ πράγματα καὶ καθεῖλε: κατέστησαν μὲν γὰρ εἰς τὴν ἀρχὴν τολμήσαντες τῶν ἱερῶν χρημάτων ἅψασθαι, καὶ διὰ ξένων τὰς πολιτείας μετέστησαν, κατελύθησαν δ᾽ ἀπορίᾳ χρημάτων, ἐπειδὴ κατεμισθοφόρησαν τὰ ὑπάρχοντα.