ἐπιτιμᾷς δέ μοι καὶ τὴν ἐν τοῖς μυρίοις ἐν Ἀρκαδίᾳ δημηγορίαν καὶ πρεσβείαν, καὶ μεταβεβλῆσθαί με φῄς, αὐτὸς ὢν ἀνδραποδώδης καὶ μόνον οὐκ ἐστιγμένος αὐτόμολος. ἐγὼ δ᾽ ἐν μὲν τῷ πολέμῳ συνίστην, καθ᾽ ὅσον ἦν δυνατός, Ἀρκάδας καὶ τοὺς ἄλλους Ἕλληνας ἐπὶ Φίλιππον: οὐδενὸς δ᾽ ἀνθρώπων ἐπικουροῦντος τῇ πόλει, ἀλλὰ τῶν μὲν περιορώντων ὅ τι συμβήσεται, τῶν δὲ συνεπιστρατευόντων, τῶν δ᾽ ἐν τῇ πόλει ῥητόρων χορηγὸν ταῖς καθ᾽ ἡμέραν δαπάναις τὸν πόλεμον ποιουμένων, ὁμολογῶ συμβουλεῦσαι τῷ δήμῳ διαλύσασθαι πρὸς Φίλιππον καὶ τὴν εἰρήνην συνθέσθαι, ἣν σὺ νομίζεις νῦν αἰσχράν, ὁ1 οὐδὲ πώποθ᾽ ἁψάμενος ὅπλων, ἐγὼ δὲ ταύτην εἶναι πολλῷ φημι καλλίω τοῦ πολέμου.