ἀφορμώντων δ᾽ ἡμῶν οἴκαδε ἐκ τῆς πρεσβείας, ἐξαίφνης κατὰ τὴν ὁδὸν παραδόξως ὡς1 φιλανθρώπως πρὸς ἕκαστον διελέγετο. ὅ τι μὲν οὖν ποτ᾽ ἦν ὁ κέρκωψ ἢ τὸ καλούμενον παιπάλημα ἢ τὸ παλίμβολον ἢ τὰ τοιαῦτα ῥήματα, οὐκ ᾔδειν πρότερον: νυνὶ δ᾽ ἐξηγητὴν τοῦτον λαβὼν τῆς ἁπάσης κακοηθείας μεμάθηκα.