διαλαμβάνων γὰρ ἕκαστον ἡμῶν ἐν μέρει, τῷ μὲν ἔρανον συστήσειν ἐπηγγέλλετο καὶ βοηθήσειν τοῖς ἰδίοις, τὸν δὲ εἰς στρατηγίαν καταστήσειν: ἐμοὶ δὲ παρακολουθῶν καὶ τὴν φύσιν μακαρίζων καὶ τοὺς λόγους οὓς εἶπον ἐγκωμιάζων πολὺς ἦν τοῖς ἐπαίνοις καὶ ἐπαχθής. συνδειπνούντων δ᾽ ἡμῶν ἁπάντων ἐν Λαρίσῃ, αὑτὸν μὲν ἔσκωπτε καὶ τὴν ἀπορίαν τὴν ἐν τῷ λόγῳ συμβᾶσαν ἑαυτῷ, τὸν δὲ Φίλιππον τῶν ὑπὸ τὸν ἥλιον ἀνθρώπων ἔφη πάντων εἶναι δεινότατον.