παρελθὼν τοίνυν, Δημόσθενες, ἐπὶ τὸ βῆμα τοῦτο ἐν τῷ ἐμῷ λόγῳ, εἰπὲ πόλεως ἧστινος βούλει τῶν Ἑλληνίδων τοὔνομα ἐξ ἧς ἀφῖχθαι τότε φῂς τοὺς πρέσβεις: καὶ τὰ προβουλεύματα αὐτῶν ἐκ τοῦ βουλευτηρίου δὸς ἀναγνῶναι, καὶ τοὺς Ἀθηναίων κάλει πρέσβεις, οὓς ἐξέπεμψαν ἐπὶ τὰς πόλεις, μάρτυρας. κἂν παρεῖναι καὶ μὴ ἀποδημεῖν, ὅτε ἡ πόλις τὴν εἰρήνην ἐποιεῖτο, μαρτυρήσωσιν, ἢ τὰς πρὸς τὴν βουλὴν αὐτῶν προσόδους καὶ τὰ ψηφίσματα ἂν παράσχῃ ἐν ᾧ σὺ φῂς ὄντα χρόνῳ, καταβαίνω καὶ θανάτου τιμῶμαι.