‘πορεύεται Φίλιππος εἰς Πύλας, ἐγὼ δὲ ἐγκαλύπτομαι. οὐδείς με τῶν ὅπλων ἕνεκα τῶν Φιλίππου κρινεῖ, ἀλλ᾽ ὧν ἂν εἴπω τι μὴ δέον, ἢ πράξω τι τῶν μὴ προστεταγμένων.’ πέρας δὲ τοῦ πράγματος, ἐψηφίσαντο οἱ συμπρέσβεις, κατ᾽ ἄνδρα ἐπερωτώμενοι ἕκαστον1 ἡμῶν ὅ τι νομίζοι2 συμφέρειν, τοῦτο λέγειν. ὅτι δ᾽ ἀληθῆ λέγω, κάλει μοι τοὺς συμπρέσβεις καὶ τὴν μαρτυρίαν αὐτῶν λέγε.“Μαρτυρία”