ὡς γὰρ δεῦρ᾽ ἤλθομεν καὶ πρὸς τὴν βουλὴν ἐπὶ κεφαλαίων τὴν πρεσβείαν ἀπηγγείλαμεν, καὶ τὴν ἐπιστολὴν ἀπέδομεν τὴν παρὰ Φιλίππου, ἐπαινέτης ἦν ἡμῶν Δημοσθένης πρὸς τοὺς συμβουλευτάς,1 καὶ τὴν Ἑστίαν ἐπώμοσε τὴν βουλαίαν συγχαίρειν τῇ πόλει, ὅτι τοιούτους ἄνδρας ἐπὶ τὴν πρεσβείαν ἐξέπεμψεν, οἳ καὶ τῇ πίστει καὶ λέγοντες2 ἦσαν ἄξιοι τῆς πόλεως.