παράδοξος δέ μοι κἀκεῖνος ὁ λόγος ἐφάνη καὶ δεινῶς ἄδικος, ὅθ᾽ ὑμᾶς ἐπηρώτα, εἰ οἷόν τ᾽ ἐστὶν ἐν τῇ αὐτῇ πόλει Φιλοκράτους μὲν θάνατον καταψηφίσασθαι, ὅτι καταγνοὺς ἑαυτοῦ ἀδικεῖν τὴν κρίσιν οὐχ ὑπέμεινεν, ἐμοῦ δ᾽ ἀπογνῶναι. ἐγὼ δ᾽ ἐπ᾽ αὐτῷ τούτῳ δικαίως ἂν ὑπολαμβάνω μάλιστα σῴζεσθαι: εἰ γὰρ ὁ καταγνοὺς ἑαυτοῦ καὶ μὴ παρὼν ἀδικεῖ, ὅ γε ἀπογνοὺς καὶ τὸ σῶμα τοῖς νόμοις καὶ τοῖς πολίταις παραδοὺς οὐκ ἀδικεῖ.