‘ταῦτα μέντοι,’ ἔφη, ‘ὦ Κτησιφῶν, οὔτ᾽ ἂν σὺ πρὸς τὸν δῆμον εἴποις, οὔτ᾽ ἂν οὗτος,’ ἐμὲ δὴ λέγων, ‘τολμήσειεν εἰπεῖν πρὸς Ἀθηναίους, ὡς ὁ Φίλιππος δεινὸς εἰπεῖν καὶ μνημονικός.’ ἀναισθήτως δὲ ἡμῶν ἐχόντων καὶ τὴν ἐπιβουλὴν οὐ προορωμένων, ἣν αὐτίκα ἀκούσεσθε, εἰς συνθήκην τινὰ ἡμᾶς κατέκλῃσεν ὑπὲρ τοῦ ταῦτ᾽ ἐρεῖν πρὸς ὑμᾶς. ἐμοῦ δὲ καὶ δέησιν ἰσχυρὰν ἐδεήθη μὴ παραλιπεῖν, ἀλλ᾽ εἰπεῖν, ὡς ὑπὲρ Ἀμφιπόλεώς τι καὶ Δημοσθένης εἴποι.