[8]
ἡ δὲ τῆς ἐφοδείας πίστις εἰς τοὺς ἱππεῖς ἀνατίθεται. δεῖ γὰρ τὸν πρῶτον ἰλάρχην καθ᾽ ἕκαστον στρατόπεδον ἑνὶ τῶν οὐραγῶν τῶν αὑτοῦ παραγγεῖλαι πρῲ παράγγελμα τοιοῦτον, ἵνα τέτταρσιν οὗτος ἐμφανίσῃ νεανίσκοις τῶν ἐκ τῆς ἰδίας ἴλης πρὸ ἀρίστου τοῖς μέλλουσιν ἐφοδεύειν.