[4] αὐτὸς δὲ κατὰ τὴν αὑτοῦ γνώμην τὴν μὲν ἐπὶ τὸν Μόλωνα στρατείαν, κατάφοβος ὢν τὸν κίνδυνον, ἐξέκλινε διὰ τὴν ἀπειρίαν τῶν πολεμικῶν, ἐπὶ δὲ τὸν Πτολεμαῖον ἐσπούδαζε στρατεύειν, ἀσφαλῆ τοῦτον εἶναι πεπεισμένος τὸν πόλεμον διὰ τὴν τοῦ προειρημένου βασιλέως ῥᾳθυμίαν.